1.

[9.264] ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῆς ἀναστροφῆς ἐστι λόγος˙ εἰ γὰρ μὴ δύναται τὸ ὅλον τοῦ μέρους ἅπτεσθαι διὰ τὰς μικρῷ πρόσθεν (Cfr. § 262) ἐπιλογισθείσας αἰτίας, οὐδὲ τὸ μέρος δυνήσεται τοῦ ὅλου ἅπτεσθαι. ὅθεν εἰ μήτε τὸ ὅλον τοῦ ὅλου ἅπτεται μήτε τὸ μέρος τοῦ μέρους μήτε τὸ ὅλον τοῦ μέρους μήτε ἐναλλάξ, οὐδὲν οὐδενὸς ἅπτεται. διὰ δὲ τοῦτο οὔτε αἴτιόν τί τινος ὑπάρξει, οὔτε πάσχον τι ὑπό τινος.