1.

[9.265] Πρὸς τούτοις τε, εἰ ἅπτεταί τί τινος, ἤτοι μεσολαβούμενον ὑπό τινος, οἷον πόρου ἢ γραμμῆς, ἅψεταί τινος, ἢ ὑπ' οὐδενὸς μεσολαβούμενον. καὶ εἰ μὲν ὑπό τινος μεσολαβοῖτο, οὐχ ἅψεται οὗ λέγεται ἅπτεσθαι, ἀλλὰ τοῦ μεταξὺ ἀμφοτέρων˙ εἰ δὲ μηδενὸς ἁπαξαπλῶς μεταξὺ ἀμφοτέρων ὄντος τὸ ἕτερον τοῦ ἑτέρου ἅψεται, ἕνωσις ἔσται ἀμφοτέρων ἀλλ' οὐ θίξις.