1.

[9.266] τοίνυν οὐδὲ ταύτῃ τί τινος ἅπτεται. ὅθεν εἴπερ, ἵνα νοηθῇ τὸ ποιοῦν καὶ τὸ πάσχον, δεῖ προωμολογῆσθαι τὸ ὅτι 〈τί〉 τινος ἅπτεται, δέδεικται δὲ μηδὲν μηδενὸς ἁπτόμενον, λεκτέον μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον ὑπάρχειν.
Τὸ μὲν οὖν ποιοῦν αἴτιον οὕτω καὶ κατ' ἰδίαν καὶ κοινῇ μετὰ τοῦ πάσχοντος ἀπορεῖται˙