1.

[9.269] (§ 269 Cfr. PH III 111; M X 346) οἷον ὁ Σωκράτης ἤτοι ὢν θνῄσκει ἢ μὴ ὤν. δύο γὰρ οὗτοι χρόνοι, εἷς μὲν ὁ καθ' ὃν ἔστι καὶ ζῇ, ἕτερος δὲ καθ' ὃν οὐκ ἔστιν ἀλλ' ἔφθαρται˙ διόπερ ἐξ ἀνάγκης ὀφείλει κατὰ τὸν ἕτερον τούτων θνῄσκειν. ὅτε μὲν οὖν ἔστι καὶ ζῇ, οὐ θνῄσκει˙ ζῇ γὰρ δήπουθεν˙ θανὼν δὲ πάλιν οὐ θνῄσκει, ἐπεὶ δὶς ἔσται θνῄσκων, ὅπερ ἄτοπον. οὐ τοίνυν θνῄσκει Σωκράτης.