1.

[9.270] οἷος δ' ἔστιν ἐπὶ τούτου λόγος, τοιοῦτος καὶ ἐπὶ τοῦ πάσχοντος. οὔτε γὰρ τὸ ὂν δύναται πάσχειν ἐφ' ὅσον ὄν ἐστι καὶ κατὰ τὴν ἀρχῆθεν ὑπόστασιν νοεῖται, οὔτε τὸ μὴ ὄν˙ ἀρχὴν γὰρ οὐχ ὑφέστηκεν˙ οὐκ ἄρα πάσχει τι.