1.

[9.271] (§§ 271 sqq. Cfr. PH III 107) καὶ ἔτι τρανότερον, εἴπερ γε τὸ ὄν, ὅτε ὄν ἐστι, πάσχει, ἔσται τἀναντία ὑφ' ἓν ἐν τῷ αὐτῷ˙ οὐχὶ δέ γε τἀναντία ὑφ' ἓν περὶ τῷ αὐτῷ συνίσταται˙ οὐκ ἄρα πάσχει τὸ ὄν, ὅτε ὄν ἐστιν. οἷον ἔστω τὸ ὂν τῇ φύσει σκληρὸν εἶναι καὶ πάσχειν μαλακυνόμενον, καθάπερ ἐπὶ τοῦ σιδήρου θεωροῦμεν. οὐκοῦν ὅτε μὲν σκληρόν ἐστι καὶ ὄν, οὐ δύναται μαλακύνεσθαι,