[55]Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, "οὐ τὸ ζῆν," εἶπεν, "ἀλλὰ τὸ κακῶς ζῆν." πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, "γελοῖον," ἔφη, "εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δύναται." ἀριστῶν ἐλάας, πλακοῦντος εἰσενεχθέντος, ῥίψας φησίν (E. Ph. 40),

ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο˙

καὶ ἄλλοτε,

μάστιξεν δ' ἐλάαν.

ἐρωτηθεὶς ποταπὸς εἴη κύων, ἔφη, "πεινῶν Μελιταῖος, χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν˙ οὕτως οὐδ' ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων."

[55]Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, "οὐ τὸ ζῆν," εἶπεν, "ἀλλὰ τὸ κακῶς ζῆν." πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, "γελοῖον," ἔφη, "εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δυνήσεται." ἀριστῶν ἐλάας, πλακοῦντος εἰσενεχθέντος, ῥίψας φησίν,

ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο˙

καὶ ἄλλοτε,

μάστιξεν δ' ἐλάαν.

ἐρωτηθεὶς ποταπὸς εἴη κύων, ἔφη, "πεινῶν Μελιταῖος, χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν˙ οὕτως οὐδ' ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων."

[55] Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, "Οὐ τὸ ζῆν," εἶπεν, "ἀλλὰ τὸ κακῶς ζῆν." Πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, "Γελοῖον," ἔφη, "εἰ [40915] Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δύναται." Ἀριστῶν ἐλάας, πλακοῦντος εἰσενεχθέντος, ῥίψας φησίν˙

[4101] Ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο˙

καὶ ἄλλοτε,

Μάστιξεν δ' ἐλάαν.

Ἐρωτηθεὶς ποδαπὸς εἴη κύων, ἔφη˙ "Πεινῶν Μελιταῖος, [4105] χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν˙ οὕτως οὐδ' ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων."