HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-9,273
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-9,273.rdf
1.
[9.273] ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ λευκοῦ καὶ ἐπὶ μέλανος χρώματος. ἔστω γὰρ τὸ ὄν, ᾗ ὄν ἐστι,
λευκὸν εἶναι καὶ πάσχειν αὐτὸ μέλαν γινόμενον. οὐκοῦν εἰ τὸ ὄν, ὅ ἐστι καὶ λευκόν, τότε
ἀξιοῦται πάσχειν ὅτε λευκόν ἐστι, μέλαν ἔσται συμβεβηκότα ἔχον τὰ ἐναντία˙ ὅπερ ἄτοπον. οὐ
τοίνυν τὸ ὄν, ἐφ' ὅσον ὄν ἐστι, πάσχειν πέφυκεν.