1.

[9.273] ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ λευκοῦ καὶ ἐπὶ μέλανος χρώματος. ἔστω γὰρ τὸ ὄν, ᾗ ὄν ἐστι, λευκὸν εἶναι καὶ πάσχειν αὐτὸ μέλαν γινόμενον. οὐκοῦν εἰ τὸ ὄν, ὅ ἐστι καὶ λευκόν, τότε ἀξιοῦται πάσχειν ὅτε λευκόν ἐστι, μέλαν ἔσται συμβεβηκότα ἔχον τὰ ἐναντία˙ ὅπερ ἄτοπον. οὐ τοίνυν τὸ ὄν, ἐφ' ὅσον ὄν ἐστι, πάσχειν πέφυκεν.