1.

[9.275] εἰ γὰρ σκληρόν ἐστι τὸ ὄν, ἐφ' ὅσον ὄν ἐστι, σκληρόν ἐστι καὶ οὐ μαλακόν˙ εἰ δὲ μαλακόν, πρὸ τοῦ γεγονέναι μαλακὸν ἔσται μαλακόν. ᾗ μὲν γὰρ ὄν ἐστι, σκληρόν ἐστι καὶ οὔπω μαλακόν˙ ᾗ δὲ ὅτε ὄν ἐστι τότε ἀξιοῦται πάσχειν, πρὶν γεγονέναι μαλακὸν γενήσεται μαλακόν. ἄτοπον δέ γε τὸ τοιοῦτον˙ οὐκ ἄρα τὸ ὄν, ἐφ' ὅσον ὄν ἐστι, πάσχειν ῥητέον. ὡσαύτως δὲ οὐδὲ τὸ μὴ ὄν, ὅτε μὴ ὄν ἐστιν.