1.

[9.278] καθὰ γὰρ ἐπὶ τῶν ὀνομάτων κατὰ τούτους τοὺς τρεῖς τρόπους γίνονταί τινες μεταπτώσεις, καὶ τοῦ μὲν ῾῾κωβιός᾽᾽ ὀνόματος ἀφαιρεθείσης τῆς πρώτης συλλαβῆς γίνεται ἕτερον ὄνομα ῾῾βίος᾽᾽, καὶ τούτῳ προστεθείσης τῆς αὐτῆς συλλαβῆς συνίσταται τὸ πρότερον ὄνομα, καὶ παρὰ ἐναλλαγὴν στοιχείων, ὡς τὸ ῾῾ἄρχων᾽᾽ ὄνομα γίνεται ῾῾Χάρων᾽᾽, οὕτω καὶ τὰ σώματα λεχθείη ἂν πάσχειν τριχῶς, ἤτοι κατὰ ἀφαίρεσιν ἢ κατὰ πρόσθεσιν ἢ κατὰ ἑτεροίωσιν,