1.

[9.279] κατὰ ἀφαίρεσιν μὲν οἷον τὰ φθίνοντα, κατὰ πρόσθεσιν δὲ οἷον τὰ αὐξόμενα, κατὰ τροπὴν δὲ ὡς τὰ ἐξ ὑγείας εἰς νόσον μεταπίπτοντα. ἐὰν οὖν δειχθῇ, ὅτι οὐδὲν οὐδενὸς ἀφαιρεῖται, καὶ ὅτι οὐδὲν οὐδενὶ προστίθεται, καὶ ὅτι οὐδὲν ἀπ' οὐδενὸς μετατίθεται, αὐτόθεν ἔσται κατεσκευασμένον τὸ μηδὲν εἶναι τὸ πάσχον.