1.

[9.280] λέγωμεν δὲ ἐν πρώτοις περὶ τοῦ κατὰ ἀφαίρεσιν τρόπου.
Εἰ γὰρ (Cfr. PH III 85 sqq.) ἀφαιρεῖταί τι ἀπό τινος, ἤτοι σῶμα ἀπὸ σώματος ἀφαιρεῖται ἢ ἀσώματον ἀπὸ ἀσωμάτου ἢ σῶμα ἀπὸ ἀσωμάτου ἢ ἀσώματον ἀπὸ σώματος˙ οὔτε δὲ σῶμα ἀπὸ σώματος ἀφαιρεῖται, ὡς δείξομεν, οὔτε ἀσώματον ἀπὸ ἀσωμάτου, καθὼς παραστήσομεν, οὔτε σῶμα ἀπὸ ἀσωμάτου ἢ ἀσώματον ἀπὸ σώματος, ὡς καταστησόμεθα˙ οὐκ ἄρα ἀφαιρεῖταί τι τινός.