1.

[9.282] (§§ 282-283 Cfr. M III 109-111) ἔνθεν καὶ ματαιάζουσιν οἱ μαθηματικοί, ὅταν λέγωσι τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν. ἡ γὰρ ἡμῖν ἐπὶ τοῦ ἄβακος δεικνυμένη εὐθεῖα αἰσθητὸν ἔχει μῆκος καὶ πλάτος, ἡ δὲ ὑπ' αὐτῶν νοουμένη εὐθεῖα γραμμὴ μῆκός ἐστιν ἀπλατές. καὶ ἡ ἐπὶ τοῦ ἄβακος δεικνυμένη οὐκ ἂν εἴη γραμμή, καὶ οἱ ἐπιβαλλόμενοι ταύτην τέμνειν οὐ τὴν οὖσαν γραμμὴν ἀλλὰ τὴν μὴ οὖσαν τέμνουσιν.