1.

[9.283] ἢ καὶ ἄλλως˙ ἐπεὶ κατ' αὐτοὺς ἡ γραμμὴ ἐκ στιγμῶν συνεστῶσα νοεῖται, ἔστω τις εὐθεῖα γραμμή, ἣν λέγουσιν εἰς ἴσα τέμνειν, ἐκ περισσῶν συνεστῶσα στιγμῶν, οἷον ἐννέα. ἀλλὰ ταύτην γε τέμνοντες ἢ τὴν πέμπτην διελοῦσι στιγμήν, φημὶ δὲ τὴν μεταξὺ τῶν τεσσάρων καὶ τεσσάρων νοουμένην, ἢ τῶν τμημάτων τὸ μὲν τεττάρων ποιήσουσι στιγμῶν τὸ δὲ πέντε. τὴν μὲν οὖν πέμπτην στιγμὴν οὐκ ἂν φαῖεν τέμνειν˙ ἀμερὴς γάρ ἐστι κατ' αὐτούς, καὶ τὸ ἀμερὲς ἀδύνατον νοεῖν εἰς μέρη διαιρούμενον. λείπεται ἄρα τῶν τῆς γραμμῆς τμημάτων τὸ μὲν τεσσάρων ποιεῖν στιγμῶν τὸ δὲ πέντε, ὃ πάλιν ἐστὶν ἄτοπον καὶ παρὰ τὴν πρόθεσιν αὐτῶν˙ ὑπισχνοῦνται μὲν γὰρ ἐπιστημονικῶς τὴν δοθεῖσαν εὐθεῖαν γραμμὴν εἰς ἴσα διαιρεῖν τμήματα, διαιροῦσι δὲ αὐτὴν εἰς ἄνισα.