1.

[9.284] (§ 284 Cfr. M III 107; §§ 284-285 cfr. III 112) ὁ δὲ αὐτὸς καὶ ἐπὶ τοῦ κύκλου λόγος νοείσθω. φασὶ γὰρ κύκλον εἶναι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, [ἀφ'] οὗ πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι εἰσὶν ἀλλήλαις. εἶτα ἐπὶ τούτοις πρόβλημά ἐστι τὸν κύκλον δίχα τεμεῖν˙ ὅπερ ἐστὶν ἀδύνατον. τὸ γὰρ κέντρον, ὅπερ παντὸς τοῦ κύκλου μεσαίτατόν ἐστιν, ἤτοι δίχα τέμνεται κατὰ τὴν τοῦ κύκλου διχοτόμησιν ἢ τῷ ἑτέρῳ προσμερίζεται τμήματι.