1.

[9.286] (§§ 286-293 Cfr. M III 113-115) τό τε τέμνον τὴν γραμμὴν ἢ τὸν κύκλον ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον. ἀλλὰ σῶμα μὲν πῶς 〈ἂν〉 ἐπινοηθείη; ἀθιγὲς γὰρ καὶ ἀσώματον καὶ ἀνυπόπτωτον ἡμῖν τὸ τεμνόμενον, τουτέστιν ἡ γραμμὴ καὶ ὁ κύκλος. τοιοῦτο δὲ ὂν οὐκ ἂν τμηθείη ὑπὸ σώματος˙ τὸ γὰρ ὑπὸ σώματος τεμνόμενον παθεῖν δεῖ καὶ θιχθῆναι, τὸ δὲ ἀσώματον οὔτε θιγεῖν οὔτε θιχθῆναι πέφυκεν. ὥστε οὐκ ἔνεστι [νοῆσαι] ὑπὸ σώματος τεμνομένην τὴν γραμμὴν καὶ διαιρούμενον τὸν κύκλον ἐπινοῆσαι.