1.

[9.289] γραμμὴ δὲ τὴν γραμμὴν πάλιν οὐκ ἂν διαιροίη. ἐάν τε γὰρ πλαγίως ἐπιζευχθῇ, ἐάν τε ὀρθίως ἡ τέμνουσα τῇ τεμνομένῃ, κατ' ἀνάγκην ὀφείλει στιγμῇ ἑαυτῆς ἐπιζεύγνυσθαι τῇ κατὰ τὴν διαιρουμένην γραμμὴν στιγμῇ. ἀμεροῦς 〈μὲν〉 οὖν οὔσης καὶ τῆς ἐπιζευγνυμένης, ἀμεροῦς δὲ καὶ τῆς ἐν τῇ τεμνομένῃ, οὐ γενήσεταί τις διαίρεσις διὰ τὸ μήτε τὴν τέμνουσαν εὐφυῶς ἔχειν πρὸς τὸ τέμνειν, οὖσαν ἀμερῆ, μήτε τὴν τεμνομένην πρὸς τὸ τέμνεσθαι τῷ παντὸς ἐστερῆσθαι μέρους.