1.

[9.290] καὶ μὴν οὐδ' ἔνεστι λέγειν, ὅτι τὸ τέμνον τὴν γραμμὴν μεταξὺ δυεῖν στιγμῶν τῶν ἐν τῇ τεμνομένῃ γραμμῇ πίπτον τέμνει τὴν γραμμήν. τοῦτο γὰρ τῶν προειρημένων ἐστὶν ἀτοπώτερον. πρῶτον μὲν γὰρ ἐν συνεχείᾳ γραμμῆς ἀδύνατόν ἐστι μέσον πεσεῖν πέρας, ἀλλ' ἀνάγκη κατὰ στιγμῆς φερόμενον νοεῖν τὸ τέμνον.