1.

[9.291] εἶτα κἂν συγχωρηθῇ μεταξὺ δυεῖν στιγμῶν τῶν ἐν τῇ τεμνομένῃ γραμμῇ φερόμενον τὸ τέμνον τέμνειν τὴν γραμμήν, χεῖρόν τι ἀναδύσεται τοῖς γεωμέτραις. αἱ γὰρ συνθετικαὶ τῆς γραμμῆς στιγμαὶ ἤτοι οὕτως εἰσὶ συνεχεῖς ὡς μὴ παραδέχεσθαι μεταξὺ ἀλλήλων ἔξωθέν τινα στιγμήν, ἢ οὐκ ἔσται ἡ ἐξ αὐτῶν σύνθετος συνεχὴς καὶ μία γραμμή.