1.

[9.292] εἰ δ' οὕτως εἰσὶ συνεχεῖς ὡς ἀνεπινόητον ἔχειν μεταξὺ ἀλλήλων τόπον στιγμῆς, ἵνα τὸ τέμνον διχάζῃ τὴν γραμμήν, δυεῖν θάτερον, ἢ τὴν στιγμὴν δεῖ τὴν καθ' ἧς φέρεται νοεῖν διχαζομένην, ἢ τούτου ἀδυνάτου καθεστῶτος τὰς ὑποκειμένας στιγμὰς τῆς γραμμῆς νοεῖν ὑπαναχωρούσας καὶ τόπον καὶ διάστασιν παρεχομένας, τοτὲ μὲν ἐπὶ τόδε τὸ μέρος συστελλομένων, τοτὲ δὲ ἐπὶ τόδε, ὧν ἑκάτερόν ἐστιν ἄτοπον˙