1.

[9.293] οὔτε γὰρ στιγμή, καθὼς προπαρεμυθησάμεθα, τέμνεσθαι δύναται τῷ ἀμερὴς ὑπάρχειν, οὔτε αἱ ἐν τῇ τεμνομένῃ γραμμῇ στιγμαὶ ὑπαναχωρεῖν πεφύκασιν˙ ἀκίνητοι γάρ εἰσιν. τοίνυν καὶ τὸ ἀσώματον οὔτε ἀφαιρεῖται ἀπό τινος ἀσωμάτου οὔτε ἐπιδέχεται τὴν ἀφαίρεσιν.