1.

[9.294] κἂν ἐπὶ τῶν αἰσθητῶν δὲ γραμμῶν καὶ κύκλων, τουτέστι τῶν ἐπὶ τοῦ ἄβακος βλεπομένων (Cfr. § 282), θέλωσι στήσαντες τὸν λόγον οἱ γεωμέτραι διδάσκειν τί τινος ἀφαιρούμενον, οὐ δυνήσονται˙ οὔτε γὰρ ἀφ' ὅλης τῆς γραμμῆς ἢ ἀφ' ὅλου τοῦ κύκλου δύναταί τις ἀφαίρεσις γενομένη νοεῖσθαι οὔτε ἀπὸ μέρους, ὡς μικρὸν ὕστερον προβάντος τοῦ λόγου διδάξομεν (Cfr. § 331 sqq.), ὅταν εἰς τὴν περὶ τῶν τεμνομένων σωμάτων ζήτησιν συγκαταβαίνωμεν.