1.

[9.296] ἀλλὰ σῶμα μὲν ἀπὸ ἀσωμάτου ἀφαιρεῖσθαι αὐτόθεν ἐστὶν ἀδιανόητον, ἀσώματον δὲ ἀπὸ σώματος χωρίζεσθαι τῶν ἀδυνάτων˙ θιγεῖν γὰρ δεῖ τοῦ ἀφαιρουμένου τὸ ἀφαιροῦν, ἀθιγὲς δέ ἐστι τὸ ἀσώματον καὶ ἀδύνατος δέδεικται ἡ θίξις (Cfr. § 258 sqq.)˙ ὥστε οὐδὲ ἀσώματον σώματος χωρισθείη ποτ' ἄν. καὶ ἄλλως˙ τὸ χωριζόμενόν τινος οἱονεὶ μέρος ἐστὶ τοῦ ἀφ' οὗ χωρίζεται, τὸ δὲ ἀσώματον τοῦ σώματος οὐκ ἂν εἴη μέρος.