1.

[9.297] (§§ 297-307 Cfr. PH III 85-88) καὶ μὴν οὐδὲ σῶμα σώματος δύναται ἀφαιρεῖσθαι. εἰ γὰρ σῶμα ἀπὸ σώματος ἀφαιρεῖται, ἤτοι τὸ ἴσον ἀπὸ τοῦ ἴσου ἀφαιρεῖται ἢ τὸ ἄνισον ἀπὸ τοῦ ἀνίσου˙ ἀλλ' οὔτε τὸ ἴσον ἀπὸ τοῦ ἴσου ἀφαιρεῖσθαι δύναται, ὡς διδάξομεν, οὔτε τὸ ἄνισον ἀπὸ τοῦ ἀνίσου, ὡς ὑπομνήσομεν˙ οὐκ ἄρα σῶμα ἀπὸ σώματος ἀφαιρεῖται.