1.

[9.299] καὶ ἔτι ἤτοι ἀπὸ μένοντος τοῦ πήχεως ποιησόμεθα τὴν ἀφαίρεσιν ἢ ἀπὸ μὴ μένοντος. καὶ εἰ μὲν ἀπὸ μένοντος, διπλασιάσομεν τὸν πῆχυν ἀλλ' οὐκ ἐλαττώσομεν˙ πῶς γὰρ ἔτι πῆχυς ὑποκείσεται ὁ πῆχυς πήχεως ἐξ αὐτοῦ ἀφαιρεθέντος; εἰ δὲ ἀπὸ μὴ μένοντος, οὐδὲν ἀπολείπομεν τὸ τὴν ἀφαίρεσιν ἐπιδεξόμενον˙ ἀπὸ γὰρ τῶν μὴ ὄντων ἀμήχανόν τι ἀφαιρεθῆναι. ὥστε ἴσον μὲν ἀπὸ ἴσου οὐκ ἀφαιρεῖται.