1.

[9.300] καὶ μὴν οὐδὲ τὸ ἄνισον ἀπὸ τοῦ ἀνίσου. εἰ γὰρ τοῦτο, ἤτοι τὸ μεῖζον ἀπὸ τοῦ ἥττονος ἀφαιρεῖται, ὥσπερ ἀπὸ παλαιστοῦ πῆχυς, ἢ ἀπὸ μείζονος τὸ ἧττον, ὡς τὸ παλαιστιαῖον ἀπὸ πηχυαίου.