1.

[9.301] ἀλλὰ τὸ μὲν μεῖζον ἀπὸ τοῦ ἥττονος οὐκ ἂν ἀφαιρεθείη˙ δεῖ γὰρ τὸ ἀπό τινος ἀφαιρούμενον περιέχεσθαι ἐν ἐκείνῳ τῷ ἐξ οὗ ἡ ἀφαίρεσις, ἐν δὲ τῷ ἥττονι οὐ περιέχεται τὸ μεῖζον. καὶ διὰ τοῦτο, ὡς οὐκ ἔστιν ἀπὸ τῶν πέντε ἀφαιρεῖν τὰ ἕξ (οὐ γὰρ ἐμπεριέχεται τοῖς πέντε τὰ ἕξ), οὕτως οὐδὲ ἀπὸ τοῦ ἥττονος δυνατόν ἐστιν ἀφαιρεῖν τὸ μεῖζον˙ οὐ γὰρ ἐμπεριέχεται τῷ ἥττονι τὸ μεῖζον. τοίνυν οὐκ ἀφαιρεῖται ἀπὸ τοῦ ἥττονος τὸ μεῖζον.