1.

[9.302] καὶ μὴν οὐδὲ ἀπὸ τοῦ μείζονος τὸ ἧττον. ὡς γὰρ ἐλέγομεν (Cfr. § 301), δεῖ τὸ ἀπό τινος ἀφαιρούμενον ἐμπεριέχεσθαι τῷ ἐξ οὗ ἡ ἀφαίρεσις. οὐχὶ δέ γε τὸ ἔλαττον ἐμπεριέχεται τῷ πλείονι˙ ἀκολουθήσει γὰρ καὶ τὸ μεῖζον καὶ τὸ πλεῖον ἐμπεριέχεσθαι τῷ ἥττονι, ἀδύνατον δὲ τοῦτο ἐδείκνυτο. ὥστε οὐδὲ τὸ ἧττον ἐμπερισχεθήσεται τῷ μείζονι, οὑτωσὶ δ' οὐδ' ἀφαιρεθήσεται.