1.

[9.303] καὶ ὅτι τῷ ὄντι σῴζεται τὰ τῆς ἀκολουθίας, σκοπῶμεν ἐπὶ τῶν τιθεμένων τοῖς ἀπορητικοῖς ὑποδειγμάτων. εἰ γὰρ ἐν τοῖς ἓξ ἐμπεριέχεται τὰ πέντε ὡς ἐν πλείονι ἐλάττονα, ἀνάγκη κἀν τοῖς πέντε περιέχεσθαι τὰ τέσσαρα ὡς ἐν πλείονι ἐλάττονα, κἀν τοῖς τέσσαρσι τὰ τρία, κἀν τοῖς τρισὶ τὰ δύο, κἀν τοῖς δυσὶ τὸ ἕν, καὶ διὰ τοῦτο ἐν τῷ ἓξ ἀριθμῷ περιέχεσθαι τὰ πέντε καὶ τὰ τέσσαρα καὶ τρία καὶ δύο καὶ ἕν, ἅπερ ἐστὶ πεντεκαίδεκα.