1.

[9.304] ἀλλ' εἰ ἐν τῷ ἓξ κατὰ τὸν ἴδιον αὐτοῦ λόγον ἐμπεριέχεται τὰ πεντεκαίδεκα, κατ' ἀνάγκην τῷ πέντε περισχεθήσεται τὰ τέσσαρα καὶ τρία καὶ δύο καὶ ἕν, ἅπερ ἐστὶ δέκα. ὃν τρόπον τε ἐν τοῖς πέντε περιέσχηται τὰ δέκα, οὕτω κἀν τοῖς τέσσαρσιν ἔσται τὰ τρία καὶ δύο καὶ ἕν, τουτέστι τὰ ἕξ, καὶ κατὰ τὸ ἀνάλογον ἐν τοῖς τρισὶ τὰ δύο καὶ τὸ ἕν, ἅπερ ἐστὶν ἄλλα τρία, κἀν τοῖς λειπομένοις δυσὶ τὸ ἕν.