1.

[9.306] τούτου τ' ἔτι συγχωρηθέντος ἀπειράκις ἀπείρων ἀριθμῶν περιληπτικὸς ἔσται ὁ ἕξ˙ πάλιν γὰρ ὁ τριάκοντα πέντε τῶν ὑποβεβηκότων ἀριθμῶν ἔσται περιληπτικός, οἷον τοῦ τριάκοντα τέσσαρα, καὶ οὗτος τοῦ τριάκοντα τρία, καὶ οὗτος τοῦ τριάκοντα δύο, καὶ οὕτω καθ' ὑπόβασιν μέχρις ἀπείρου.