1.

[9.307] ἀλλ' εἴπερ ἵνα τί τινος ἀφαιρεθῇ, δεῖ ἐμπεριέχεσθαι τὸ ἀφαιρούμενον τῷ ἐξ οὗ ἡ ἀφαίρεσις, δέδεικται δὲ οὔτε ἐν τῷ ἥττονι τὸ μεῖζον περιεχόμενον οὔτε ἐν τῷ μείζονι τὸ ἔλαττον, καὶ μὴν οὐδὲ ἐν τῷ ἴσῳ τὸ ἴσον (δεῖ γὰρ τὸ περιέχον μεῖζον εἶναι τοῦ περιεχομένου, τὸ δέ τινι ἴσον οὔτε ἔλαττόν ἐστιν ἐκείνου οὔτε μεῖζον τοῦ ᾧ ἴσον ἐστί), ῥητέον μηδὲν μηδενὸς ἀφαιρεῖσθαι.