1.

[9.310] ἀδιανόητον δέ ἐστι καὶ τὸ ὅλον λέγειν ἀπὸ τοῦ μέρους ἀφαιρεῖσθαι. τὸ γὰρ μέρος ἧττόν ἐστι τοῦ ὅλου, καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους˙ ἀπὸ δὲ τοῦ ἥττονος λέγειν τὸ πλέον ἀφαιρεῖσθαι σφόδρα ἐστὶν ἀπίθανον. οὐδὲ γὰρ ὑπέκειτο ἐν τῷ μέρει τὸ ὅλον, ἵνα ἀπ' αὐτοῦ λάβῃ τὴν ἀφαίρεσιν, ἀλλ' ἐν τῷ ὅλῳ τὸ μέρος.