1.

[9.312] (§§ 312-319 Cfr. M IV 24-30) ὑποκείσθω γὰρ δεκάς, καὶ ἀφαιρείσθω ἀπὸ ταύτης μονάς. οὐκοῦν ἡ ἀφαιρουμένη μονὰς ἤτοι ἀπὸ τῆς ὑποκειμένης δεκάδος ἀφαιρεῖται ἢ ἀπὸ τῆς μετὰ τὴν ἄρσιν ὑπολειπομένης ἐννεάδος˙ οὔτε ἀπὸ τῆς ἐννεάδος δὲ οὔτε ἀπὸ τῆς δεκάδος ἀφαιρεῖται, ὡς δείξομεν˙ οὐκ ἄρα ἀφαιρεῖται τῆς δεκάδος 〈ἡ〉 μονάς, ᾧ ἕπεται τὸ μηδὲν μηδενὸς ἀφαιρεῖσθαι.