1.

[9.313] εἰ γὰρ ἀπὸ τῆς δεκάδος ἀφαιρεῖται ἡ μονάς, ἤτοι ἕτερόν τί ἐστιν ἡ δεκὰς παρὰ τὰς κατὰ μέρος μονάδας, ἢ ἀθροισμὸς τῶν κατὰ μέρος μονάδων ἐστὶν ἡ δεκάς. ἀλλ' ἑτέραν μὲν τῶν κατὰ μέρος μονάδων οὐκ εἰκὸς εἶναι τὴν δεκάδα˙ καὶ γὰρ ἀναιρεθεισῶν αὐτῶν συναναιρεῖται καὶ ὑποκειμένων πάρεστιν.