1.

[9.314] εἰ δὲ ἐν αὐταῖς ἐστι ταῖς μονάσιν ἡ δεκάς, πάντως ἐὰν λέγωμεν ἀπὸ τῆς δεκάδος ἀφαιρεῖσθαι τὴν μονάδα, ἐπεὶ ἡ δεκὰς οὐδέν ἐστι παρὰ τὰς μονάδας, ὁμολογήσομεν τὴν μονάδα ἀφ' ἑκάστης μονάδος ἀφαιρεῖσθαι˙ ἀλλὰ καὶ ἀφ' ἑαυτῆς διὰ τὸ σὺν ταύτῃ νοεῖσθαι τὴν δεκάδα.