1.

[9.315] ἀπὸ πάσης δὲ μονάδος ἀφαιρουμένης καὶ ἀφ' ἑαυτῆς τῆς μιᾶς μονάδος ἔσται ἡ τῆς μιᾶς μονάδος ἄρσις 〈δεκάδος ἄρσις〉. ἄτοπον δέ ἐστι τὴν τῆς μονάδος ἄρσιν δεκάδος λέγειν ἄρσιν ὑπάρχειν. ἄτοπον ἄρα καὶ ἀπὸ δεκάδος ἀξιοῦν ἀφαιρεῖσθαι μονάδα. καὶ μὴν ἀπὸ τῆς περιλειπομένης ἐννεάδος οὐκ ἂν εἴποιμεν ταύτην ἀφαιρεῖσθαι. εἰ γὰρ ἀπὸ τῆς ἐννεάδος ἀφαιρεῖται ἡ μονάς, οὐκ ὤφειλε μετὰ τὴν ἄρσιν αὐτῆς ὁλόκληρος θεωρεῖσθαι ἡ ἐννεάς˙ τὸ γὰρ ἀφ' οὗ τι ἀφαιρεῖται, οὐ μένει ὁλόκληρον μετὰ τὴν ἀφαίρεσιν, ἐπεὶ οὐκ ἔσται γεγονυῖά τις ἀπ' αὐτοῦ ἀφαίρεσις.