1.

[9.316] καὶ ἄλλως˙ εἰ ἀπὸ τῆς περιλειπομένης ἐννεάδος ἀφαιρεῖται ἡ μονάς, ἤτοι ἀπὸ ὅλης τῆς ἐννεάδος ἀφαιρεῖται ἢ ἀπὸ τῆς ἐσχάτης μονάδος. οὔτε δὲ ἀπὸ τῆς ὅλης ἐννεάδος ἀφαιρεῖται, ἐπεὶ ἔσται, μὴ ἑτέρας οὔσης παρὰ τὰς κατὰ μέρος μονάδας τῆς ἐννεάδος, ἡ μονάδος ἄρσις ἐννεάδος ἄρσις, ὅπερ ἦν ἄτοπον˙