1.

[9.317] οὔτε ἀπὸ τῆς ἐσχάτης μονάδος, ἐπεὶ πρῶτον μὲν ἀμερὴς καὶ ἀδιαίρετός ἐστιν ἡ μονάς, ἔπειτα πῶς ὁλόκληρος ἀπολείπεται ἡ ἐννεάς, 〈......〉 ἀλλ' οὐ παρὰ μονάδα; εἰ δὲ μήτε ἀπὸ τῆς δεκάδος αἴρεται μονὰς μήτε ἀπὸ τῆς περιλειπομένης ἐννεάδος, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι τρίτον ἐπινοεῖσθαι, λεκτέον μὴ ἀφαιρεῖσθαι τῆς δεκάδος μονάδα.