1.

[9.320] ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῆς ἀπὸ τῶν μετρητῶν ἀφαιρέσεως, οἷον τῆς ἀπὸ χοέως ἀφαιρουμένης κοτύλης ἢ τοῦ ἀπὸ πήχεως ἀφαιρουμένου παλαιστοῦ. ἢ γὰρ ἀπὸ ὅλου τοῦ χοέως ῥητέον γίνεσθαι τὴν ἀφαίρεσιν ἢ ἀπὸ μέρους, καὶ ἤτοι ἀπὸ μένοντος ἢ μὴ μένοντος˙ ἀπ' οὐδενὸς δὲ τούτων, ὡς παρεστήσαμεν˙ τοίνυν οὐδὲ ταύτῃ ἀφαιρεῖταί τι τινός.