1.

[9.321] (§§ 321-327 Cfr. PH III 94-96 et M I 165-168) Ἀλλ' ὅτι μὲν οὐδέν ἐστιν ἀφαίρεσις, ἐκ τούτων συμφανές˙ ὅτι δὲ οὐδὲ προστίθεταί τι τινί, παρακειμένως διδάσκωμεν. ὑποκειμένου τοίνυν πηχυαίου σώματος καὶ προστιθεμένου τούτῳ παλαιστιαίου ὥστε ἑπταπάλαιστον γίνεσθαι τὸ ἐκ τοῦ ὑποκειμένου καὶ τῆς προσθέσεως ἀποτελεσθέν, ζητῶ, ἐν τίνι ποτὲ γέγονεν ἡ τοῦ παλαιστοῦ πρόσθεσις;