[55] ἔνιοι δὲ οὐδὲ δακρῦσαί φασιν αὐτόν˙ ἀλλὰ γὰρ εἰπεῖν, "ᾔδειν θνητὸν γεγεννηκώς." φησὶ δ' Ἀριστοτέλης (Rose 68) ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζόμενοι. ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ Περὶ Θεοφράστου (FHG III. 46) καὶ Ἰσοκράτην Γρύλλου φησὶ ἐγκώμιον γεγραφέναι. Τίμων δ' ἐπισκώπτει αὐτὸν ἐν τούτοις (Diels 26)˙

ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω,
οἷος Ξεινοφόων ἥτ' Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲς〉
γράψαι.

Καὶ ὁ μὲν βίος αὐτῷ τοιόσδε. ἤκμαζε (FGrH 244 F 343) δὲ κατὰ τὸ τέταρτον ἔτος τῆς τετάρτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, καὶ ἀναβέβηκε σὺν Κύρῳ ἐπὶ ἄρχοντος Ξεναινέτου ἑνὶ πρότερον ἔτει τῆς Σωκράτους τελευτῆς.

[55] ἔνιοι δὲ οὐδὲ δακρῦσαί φασιν αὐτόν˙ ἀλλὰ * γὰρ εἰπεῖν, "ᾔδειν θνητὸν γεγεννηκώς." φησὶ δ' Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζόμενοι. ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ Περὶ Θεοφράστου καὶ Ἰσοκράτην φησὶ Γρύλλου ἐγκώμιον γεγραφέναι. Τίμων δ' ἐπισκώπτει αὐτὸν ἐν τούτοις˙

ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω,
οἷος Ξεινοφόων ἥτ' Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲς〉
γράψαι. . . .

Καὶ ὁ μὲν βίος αὐτῷ τοιόσδε. ἤκμαζε δὲ κατὰ τὸ τέταρτον ἔτος τῆς τετάρτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, καὶ ἀναβέβηκε σὺν Κύρῳ ἐπὶ ἄρχοντος Ξεναινέτου ἑνὶ πρότερον ἔτει τῆς Σωκράτους τελευτῆς.

[55] Ἔνιοι δὲ οὐδὲ δακρῦσαί φασιν αὐτόν˙ ἀλλὰ γὰρ εἰπεῖν, " Ἤιδειν θνητὸν γεγεννηκώς." Φησὶ δ' Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ [12920] τῷ πατρὶ χαριζόμενοι. Ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ Περὶ [1301] Θεοφράστου ; καὶ 〈 Ἰ〉σοκράτην φησὶ ἐγκώμιον Γρύλλου γεγραφέναι. Τίμων δ' ἐπισκώπτει αὐτὸν ἐν τούτοις˙

ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω,
οἷος Ξεινοφόων ἥ τ' Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲς〉
[1305] γράψαι.

Καὶ ὁ μὲν βίος αὐτῷ τοιόσδε. Ἤκμαζε δὲ κατὰ τὸ τέταρτον ἔτος τῆς τετάρτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, καὶ ἀναβέβηκε σὺν Κύρῳ ἐπὶ ἄρχοντος Ξεναινέτου ἑνὶ πρότερον ἔτει τῆς Σωκράτους τελευτῆς.