1.

[9.322] ἤτοι γὰρ αὑτῷ προστέθειται ὁ παλαιστὴς ἢ τῷ προϋποκειμένῳ πήχει ἢ τῷ ἐξ ἀμφοτέρων ἀποτελεσθέντι ἑπταπαλαίστῳ μεγέθει˙ οὔτε δὲ αὑτῷ προστίθεται ὁ παλαιστὴς οὔτε τῷ προϋποκειμένῳ πήχει οὔτε τῷ ἐξ ἀμφοτέρων ἀποτελεσθέντι μεγέθει, φημὶ δὲ ἔκ τε τοῦ προϋποκειμένου πήχεως καὶ τῆς προσθέσεως˙ οὐκ ἄρα προστίθεταί τι τινί.