1.

[9.323] ἑαυτῷ μὲν οὖν οὐκ ἂν προστεθείη ὁ παλαιστής˙ μὴ ὢν γὰρ ἕτερος ἑαυτοῦ, καὶ μὴ διπλασιάζων ἑαυτὸν κατὰ τὴν πρόσθεσιν, οὐκ ἂν ἑαυτῷ προστεθείη. εἰ δὲ τῷ ὑποκειμένῳ πήχει προστίθεται, πῶς παντὶ προστιθέμενος οὐ παρισάζεται αὐτῷ καὶ δύο ποιεῖ πήχεις, ὥστε τὸ μὲν μεῖζον ἧττον γίγνεσθαι, τὸ δὲ ἧττον μεῖζον; εἰ γὰρ ἐξισοῦται τῇ προσθέσει ὁ παλαιστὴς τῷ πήχει καὶ ὁ πῆχυς τῷ παλαιστῇ, ὁ μὲν πῆχυς ἥττονι ἰσαζόμενος μείζων καθεστὼς ἥττων γενήσεται, ὁ δὲ παλαιστὴς μικρὸς ὢν καὶ τῷ πήχει ἰσαζόμενος μείζων καταστήσεται.