1.

[9.324] ἀλλ' εἰ μήθ' ἑαυτῷ προστίθεται ὁ παλαιστὴς μήτε τῷ προϋποκειμένῳ πήχει, λείπεται λέγειν αὐτὸν τῷ ἐξ ἀμφοτέρων ἀποτελουμένῳ ἑπταπαλαίστῳ μεγέθει προστίθεσθαι. ὃ πάλιν ἐστὶν ἀλογώτατον˙ τὸ γὰρ πρόσθεσιν ἐπιδεχόμενον προϋποκεῖσθαι δεῖ τῆς προσθέσεως, οὐχὶ δὲ τὸ γινόμενον ἐξ αὐτῶν προϋπόκειται αὐτῶν. οὐκ ἄρα τῷ γινομένῳ ἔκ τε τῆς προσθέσεως καὶ ἐκ τοῦ προόντος προστίθεται τὸ προστιθέμενον.