1.

[9.325] διαφέρει γε μὴν ἡ πρόσθεσις τοῦ γινομένου ἐξ αὐτῆς, καὶ διαφωνεῖ τοῖς χρόνοις ἐκείνῳ˙ ὅτε μὲν γὰρ γίνεται ἡ πρόσθεσις, οὔπω τὸ γινόμενον ἔστιν ἐξ αὐτῶν, ὅτε δὲ ἔστι τὸ γεγονὸς ἐξ αὐτῶν, οὐκέτι ἔστι πρόσθεσις. ὥστε οὐδὲ τῷ γινομένῳ ἐκ τῆς προσθέσεως καὶ τοῦ προϋποκειμένου πήχεως προστίθεται ὁ παλαιστής. ἀλλ' ἐπεὶ τὸ προστιθέμενον πάλιν οὔτε αὐτὸ ἑαυτῷ προστίθεται οὔτε τῷ προϋποκειμένῳ οὔτε τῷ ἐξ ἀμφοτέρων, οὐδὲ τὴν ἀρχὴν προστίθεταί τινι.