1.

[9.326] Ἔνεστι δὲ καὶ περὶ ἀριθμῶν τὴν αὐτὴν κινεῖν ἀπορίαν. ὑποκειμένης γὰρ τετράδος καὶ προστιθεμένης ταύτῃ μονάδος σκεπτέον, τίνι γίνεται ἡ πρόσθεσις. ἢ γὰρ ἑαυτῇ προστίθεται ἡ μονὰς ἢ τῇ τετράδι ἢ τῇ ἐξ ἀμφοτέρων ἀποτελουμένῃ πεντάδι. οὔτε δὲ ἑαυτῇ προστίθεται διὰ τὸ τὸ μὲν προστιθέμενόν τινι ἕτερον εἶναι ἐκείνου τοῦ ᾧ προστίθεται, τὴν δὲ μονάδα μὴ ἑτέραν εἶναι ἑαυτῆς, καὶ διὰ τὸ μηδὲ ἑαυτὴν διπλασιάζειν, δυάδα γινομένην,