1.

[9.327] οὔτε τῇ τετράδι διὰ τὸ μὴ ἰσάζεσθαι αὐτῇ μηδὲ διπλασιάζειν αὐτήν˙ τὸ γὰρ ὅλῃ τετράδι προστιθέμενον, μὴ ἑτέρᾳ οὔσῃ τῶν κατὰ μέρος τεσσάρων μονάδων, τετράς ἐστιν. καὶ μὴν οὐδὲ τῇ ἐξ αὐτῆς καὶ τῆς τετράδος ἀποτελουμένῃ πεντάδι διὰ τὸ μὴ προϋποκεῖσθαι τῆς προσθέσεως τὴν πεντάδα καὶ ἀεί ποτε ὀφείλειν τὸ προστιθέμενον προϋποκειμένῳ τινὶ προστίθεσθαι. οὐκ ἄρα προστίθεταί τι τινί.