1.

[9.330] Συνῆπται δέ πως τῇ περὶ τούτου ἀπορίᾳ καὶ ἡ περὶ τοῦ ὅλου, ἔτι δὲ τοῦ μέρους ζήτησις, ἐπείπερ καὶ ἡ ἀφαίρεσις μέρους τινὸς ἀπὸ ὅλου δοκεῖ ἀφαίρεσις εἶναι καὶ ἡ πρόσθεσις ὅλου πάλιν ὑπάρχει πρόσθεσις. ὅθεν εἰ δειχθείη, ὅτι ἄπορός ἐστιν ὁ περὶ τοῦ ὅλου καὶ τοῦ μέρους λόγος, ἐπιδειχθήσεται μᾶλλον τὰ περὶ τῆς προσθέσεως καὶ ἀφαιρέσεως πάσχοντός τε καὶ δρῶντος προηπορημένα. τὸ δ' ὅτι οὐκ εὐχερές ἐστι λέγειν, τί τὸ ὅλον ἐστὶ καὶ τί τὸ μέρος, ἀκολούθως διδάσκωμεν.